Συναξάριον
Τῇ Η´ τοῦ αὐτοῦ μηνός, τὸ Γενέθλιον τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας.
Στίχοι
Πάσας ἀληθῶς, Ἄννα, νικᾷς μητέρας,Μήτηρ ἕως ἂν σὴ γένηται θυγάτηρ.Ἐξάγαγε πρὸς φάος Θεομήτορα ὀγδόῃ Ἄννα.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι ἔνδοξοι Μάρτυρες αὐτάδελφοι Ῥοῦφος καὶ Ῥουφιανός, ξίφει τελει‐ οῦνται.
Στίχοι
Κλίνων ἑαυτὸν Ῥουφιανὸς τῷ ξίφει,Μένω σε, φησί, Ῥοῦφε, μὴ μέλλῃς, ἕπου.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος ἔνδοξος Μάρτυς Σεβῆρος, ξίφει τελειοῦται.Στίχοι
Ἕτοιμός εἰμι πρὸς τὸ πᾶν οἴσειν πάθος,Σεβῆρος εἶπε· καὶ τί πρός με τὸ ξίφος;
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος ἔνδοξος Μάρτυς Ἀρτεμίδωρος, πυρὶ τελειοῦται.
Στίχοι
Ἀρτεμίδωρος ὡς καθάλλεσθαι σθένει,Καὶ τοῦ πυρὸς φλέγοντος ἔργῳ δεικνύει.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος ἔνδοξος Νεομάρτυς Ἀθανάσιος ὁ Κουλακιώτης, ὁ ἐν Θεσσαλονίκῃ μαρ‐ τυρήσας ἐν ἔτει 1774ῳ, ἀγχόνῃ τελειοῦται.
Στίχοι
Ἀθανασίῳ ἀγχόνη ὤφθη κλίμαξ,Δι ̓ ἧς ἀνῆλθεν εἰς οὐρανοῦ τὸ πλάτος.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Σωφρονίου, Ἐπισκόπου τῆς ἐν Γεωργίᾳ Ἀχ‐ ταλίας, τοὐπίκλην Σερταρίδης, ἐκ Χαλδίας τοῦ Πόντου καταγομένου καὶ ἐν τῇ Μονῇ Βαζελῶνος τὸ πρῴην ἀσκήσαντος.
Στίχοι
Σωφρόνως, Σωφρόνιε, βεβιωμένος,Ἁγίων ἰσότιμος ἐνδίκως ὤφθης.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Σεραπίωνος, ἀσκήσαντος ἐν τῇ ἐν Πσκὼφ τῆς Ῥωσίας ἱερᾷ Μονῇ τοῦ Σωτῆρος.
Στίχοι
Σωτῆρος βλέπεις τὸ Πρόσωπον, Ὃ πρῴην,Ὡς ἐν ἐσόπτρῳ ἑώρας, Σεραπίων.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Λουκιανοῦ, τοῦ ἐν τῇ ἱερᾷ Μονῇ τοῦ Γενεσίου τῆς Θεοτόκου ἐν Περεγιασλὰβ ἀσκήσαντος.
Στίχοι
Σὺν Θεοτόκῳ, Λουκιανέ, ἀγάλλῃ ᾟ Γενεσίου Μονὴν ᾧδε ἀνέθου.
Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ πρὸ τῆς Ὑψώσεως τοῦ Τιμίου Σταυροῦ, Μνήμην ἐπιτελοῦμεν ἁπάντων8
τῶν Ἁγίων Νεομαρτύρων, τῶν ἐν τῇ Μικρᾷ Ἀσίᾳ ἐν τοῖς ἐσχάτοις τούτοις καιροῖς ὑπὲρ τῆς ἀμω‐
μήτου ἡμῶν πίστεως μαρτυρησάντων. (1918‐1922)
Στίχοι
Στίφος νεόλεκτον ἱερῶν μαρτύρων,ᾌδω Ἰωνίας σὺν Ποιμέσιν ἄρνας.Πληθὺς τῶν νεάθλων θώκῳ θεοῖο πάρα ἔστη.
Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις, τῆς Παναχράντου δὲ Μητρός σου θαυμασταῖς μεσιτείαις,Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.